Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.204 Joseph. AJ 17.208 (English) >>Joseph. AJ 17.212

17.206

Ἐν τούτῳ δέ τινες τῶν Ἰουδαίων συνελθόντες νεωτέρων ἐπιθυμίᾳ πραγμάτων Ματθίαν καὶ τοὺς σὺν αὐτῷ ὑφʼ Ἡρώδου ἀποθανόντας, οἳ παραχρῆμα τῆς εἰς τὸ πενθεῖσθαι τιμῆς φόβῳ τῷ ἐκείνου ἀπεστέρηντο, ἦσαν δὲ οἱ τῶν ἐπὶ καθαιρέσει τοῦ χρυσοῦ ἀετοῦ δεδικαιωμένων, ἐπὶ μέγα τε τῇ βοῇ καὶ οἰμωγῇ χρώμενοι καί τινα ὡς κούφισιν φέροντα τοῖς τεθνεῶσιν ἀπερρίπτουν εἰς τὸν βασιλέα. 17.207συνόδου τε αὐτοῖς γενομένης ἠξίουν τιμωρίαν αὐτοῖς ὑπʼ Ἀρχελάου γενέσθαι κολάσεσιν τῶν ὑπὸ Ἡρώδου τιμωμένων, καὶ πάντων γε καὶ πρῶτον καὶ ἐκδηλότατα τὸν ὑπʼ αὐτοῦ ἀρχιερέα καθεστῶτα παύσαντα νομιμώτερόν τε ἅμα καὶ καθαρὸν ἀρχιερᾶσθαι ἄνδρα αἱρεῖσθαι. 17.208τούτοις Ἀρχέλαος καίπερ δεινῶς φέρων ἐπένευεν τὴν ὁρμὴν αὐτῶν διὰ τὴν ἐπὶ Ῥώμης ὁδὸν ἀνύεσθαι προκείμενον αὐτῷ τάχος ἐπὶ περισκοπήσει τῶν δοξάντων Καίσαρι. 17.209πέμψας δὲ τὸν στρατηγὸν πειθοῖ χρῆσθαι, καὶ τῆς ἐπὶ τοιούτοις μωρίας ἀποστάντας σκοπεῖν, θάνατόν τε, ὃς τοῖς φίλοις αὐτῶν συνέλθοι, μετὰ νόμων γεγονότα, καὶ τὰς αἰτήσεις ὡς ἐπὶ μέγα τοῦ ὑβρίζειν προΐοιεν, τούς τε καιροὺς οὐκ ἐν τοιοῖσδε εἶναι, μᾶλλον δὲ τοῦ ὁμονοεῖν ἕως καταστησάμενος τὴν ἀρχὴν ἐπινεύσει τῇ Καίσαρος ἀφίκοιτο ὡς αὐτούς· τότε γὰρ κοινῇ βουλεύσειν περὶ ὧν ἀξιοῖεν σὺν αὐτοῖς· ἄρτι δὲ ἀνέχειν, μὴ καὶ στασιάζειν δοκοῖεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.204 Joseph. AJ 17.208 (English) >>Joseph. AJ 17.212

Powered by PhiloLogic